Ancient Greek · ~1 min
Fragment 684
Euripides, Fragmenta 684
Not analysed yet
φεῦ, τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι.
οἳ μὲν γὰρ εὗ πράσσουσι, τοῖς δὲ συμφοραὶ
σκληραὶ πάρεισιν εὐσεβοῦσιν εἰς θεούς,
καὶ πάντ’ ἀκριβῶς κἀπὶ φροντίδων βίον
οὕτω δικαίως ζῶσιν αἰσχύνης ἄτερ.