Ancient Greek · ~1 min
Fragment 736
Euripides, Fragmenta 736
Not analysed yet
ὡς σκαιὸς ἁνὴρ καὶ ξένοισιν ἄξενος
καὶ μνημονεύων οὐδὲν ὧν ἐχρῆν φίλου.
σπάνιον ἄρ’ ἦν θανοῦσιν ἀσφαλεῖς φίλοι,
κἂν ὁμόθεν ὦσι· τὸ γὰρ ἔχειν πλέον κρατεῖ
τῆς εὐσεβείας· ἡ δ’ ἐν ὀφθαλμοῖς χάρις
ἀπόλωλ’, ὅταν τις ἐκ δόμων ἀνὴρ θάνῃ.