Ancient Greek · ~2 min
Fragment 757
Euripides, Fragmenta 757
Not analysed yet
ἅ γ’ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι.
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν,
θάπτει τε τέκνα χἄτερ’ αὖ κτᾶται νέα,
αὐτός τε θνήσκει· καὶ τάδ’ ἄχθονται βροτοί,
εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δ’ ἔχει
βίον θερίζειν ὥστε κάρπιμον στάχυν,
καὶ τὸν μὲν εἶναι, τὸν δὲ μή· τί ταῦτα δεῖ
στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς.