Ancient Greek · ~1 min
Fragment 812
Euripides, Fragmenta 812
Not analysed yet
ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτὴς
καὶ πόλλ’ ἁμιλληθέντα μαρτύρων ὕπο
τἀναντί’ ἔγνων συμφορᾶς μιᾶς πέρι.
κἀγὼ μὲν οὕτω χὥστις ἔστ’ ἀνὴρ σοφὸς
λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν
σκοπῶν δίαιτάν θ’ ἥντιν’ ἡμερεύεται . . .
ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
οὐ πώποτ’ ἠρώτησα, γιγνώσκων ὅτι
τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών.