Ancient Greek · ~2 min
Fragment 816
Euripides, Fragmenta 816
Not analysed yet
καίτοι ποτ’ εἴ τιν’ εἰσίδοιμ’ ἀνὰ πτόλιν
τυφλὸν προηγητῆρος ἐξηρτημένον,
ἀδημονοῦντα συμφοραῖς ἐλοιδόρουν,
ὡς δειλὸς εἴη θάνατον ἐκποδὼν ἔχων.
καὶ νῦν λόγοισι τοῖς ἐμοῖς ἐναντίως
πέπτωχ’ ὁ τλήμων· ὦ φιλόζωοι βροτοί,
οἳ τὴν ἐπιστείχουσαν ἡμέραν ἰδεῖν
ποθεῖτ’ ἔχοντες μυρίων ἄχθος κακῶν.
οὕτως ἔρως βροτοῖσιν ἔγκειται βίου·
τὸ ζῆν γὰρ ἴσμεν, τοῦ θανεῖν δ’ ἀπειρίᾳ
πᾶς τις φοβεῖται φῶς λιπεῖν τόδ’ ἡλίου.