Ancient Greek · ~2 min
Fragment 839
Euripides, Fragmenta 839
Not analysed yet
Γαῖα μεγίστη καὶ Διὸς Αἰθήρ,
ὃ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ,
ἢ δ’ ὑγροβόλους σταγόνας νοτίας
παραδεξαμένη τίκτει θνητούς,
τίκτει βοτάνην φῦλά τε θηρῶν·
ὅθεν οὐκ ἀδίκως
μήτηρ πάντων νενόμισται.
χωρεῖ δ’ ὀπίσω
τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν,
τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς
εἰς οὐράνιον πάλιν ἦλθε πόλον·
θνήσκει δ’ οὐδὲν τῶν γιγνομένων,
διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλου
μορφὴν ἑτέραν ἀπέδειξεν.