Ancient Greek · ~1 min
Fragment 852
Euripides, Fragmenta 852
Not analysed yet
ὅστις δὲ τοὺς τεκόντας ἐν βίῳ σέβει,
ὅδ’ ἐστὶ καὶ ζῶν καὶ θανὼν θεοῖς φίλος·
ὅστις δὲ τοὺς φύσαντας μὴ τιμᾶν θέλῃ,
μή μοι γένοιτο μήτε συνθύτης τοῖς θεοῖς
μήτ’ ἐν θαλάσσῃ κοινόπλουν στέλλοι σκάφος.