Ancient Greek · ~1 min
Fragment 892
Euripides, Fragmenta 892
Not analysed yet
ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον,
Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου,
ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν;
ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ δέ τοι
ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.