Ancient Greek · ~1 min
Fragment 916
Euripides, Fragmenta 916
Not analysed yet
ὦ πολύμοχθος βιοτὴ θνητοῖς,
ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι,
καὶ τὰ μὲν αὔξεις, τὰ δ’ ἀποφθινύθεις·
κοὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς
εἰς ὅντινα χρὴ κέλσαι θνητοῖς,
πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν
θανάτου πεμφθεῖσα τελευτή.