Ancient Greek · ~8 min
Fragment 953
Euripides, Fragmenta 953
Not analysed yet
ὦ πάτερ, ἐχρῆν μὲν οὓς ἐγὼ λόγους λέγω,
τούτους λέγειν σε· καὶ γὰρ ἁρμόζει φρονεῖν
σὲ μᾶλλον ἢ ἐμὲ καὶ λέγειν ὅπου τι δεῖ·
ἐπεὶ δ’ ἀφῆκας, λοιπόν ἐστ’ ἴσως ἐμὲ
ἐκ τῆς ἀνάγκης τά γε δίκαι’ αὐτὴν λέγειν.
ἐκεῖνος εἰ μὲν μεῖζον ἠδίκηκέ τι,
οὐκ ἐμὲ προσήκει λαμβάνειν τούτων δίκην·
ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκεν αἰσθέσθαι με δεῖ.
ἀλλ’ ἀγνοῶ δὴ τυχὸν ἴσως ἄφρων ἐγὼ
οὖσ’, οὐκ ἂν ἀντείποιμι· καίτοι γ’, ὦ πάτερ,
εἰ τἄλλα κρίνειν ἐστὶν ἀνόητον γυνή,
περὶ τῶν γ’ ἑαυτῆς πραγμάτων ἴσως φρονεῖ . . .
ἔστω δ’ ὃ βούλει· τοῦτο τί μ’ ἀδικεῖ, λέγε.
ἔστ’ ἀνδρὶ καὶ γυναικὶ κείμενος νόμος,
τῷ μὲν διὰ τέλους ἣν ἔχει στέργειν ἀεί,
τῇ δ’ ὅσ’ ἂν ἀρέσκῃ τἀνδρὶ ταῦτ’ αὐτὴν ποεῖν.
γέγονεν ἐκεῖνος εἰς ἔμ’ οἷον ἠξίουν,
ἐμοί τ’ ἀρέσκει πάνθ’ ἃ κἀκείνῳ, πάτερ.
ἀλλ’ ἔστ’ ἐμοὶ μὲν χρηστός, ἠπόρηκε δέ.
σὺ δ’ ἀνδρί μ’, ὡς φής, ἐκδίδως νῦν πλουσίῳ,
ἵνα μὴ καταζῶ τὸν βίον λυπουμένη.
καὶ ποῦ τοσαῦτα χρήματ’ ἐστίν, ὦ πάτερ,
ἃ μᾶλλον ἀνδρὸς εὐφρανεῖ παρόντα με;
ἢ πῶς δίκαιόν ἐστιν ἢ καλῶς ἔχον
τῶν μὲν ἀγαθῶν με τὸ μέρος ὧν εἶχεν λαβεῖν,
τοῦ συναπορηθῆναι δὲ μὴ λαβεῖν μέρος;
φέρ’ ἢν ὁ νῦν 〈δὴ〉 λαμβάνειν μέλλων μ’ ἀνήρ,
ὃ μὴ γένοιτο, Ζεῦ φίλ’, οὐδ’ ἔσται ποτέ,
οὐκ οὖν θελούσης οὐδὲ δυναμένης ἐμοῦ,
ἢν οὗτος αὖθις ἀποβάλῃ τὴν οὐσίαν,
ἑτέρῳ με δώσεις ἀνδρί; κᾆτ’ ἐὰν πάλιν
ἐκεῖνος, ἑτέρῳ; μέχρι πόσου τὴν τῆς τύχης,
πάτερ, σὺ λήψῃ πεῖραν ἐν τὠμῷ βίῳ;
ὅτ’ ἦν ἐγὼ παῖς, τότε σε χρῆν ζητεῖν ἐμοὶ
ἄνδρ’ ᾧ με δώσεις· σὴ γὰρ ἦν τόθ’ αἵρεσις·
ἐπεὶ δ’ ἅπαξ δέδωκας, ἤδη ἐστίν, πάτερ,
ἐμὸν σκοπεῖν τοῦτ’, εἰκότως· μὴ γὰρ καλῶς
κρίνασ’ ἐμαυτῆς τὸν ἴδιον βλάψω βίον.
ταῦτ’ ἔστιν· ὥστε μή με, πρὸς τῆς ἑστίας,
ἀποστερήσῃς ἀνδρὸς ᾧ συνῴκισας·
χάριν δικαίαν καὶ φιλάνθρωπον, πάτερ,
αἰτῶ σε ταύτην. εἰ δὲ μή, σὺ μὲν βίᾳ
πράξεις ἃ βούλει· τὴν δ’ ἐμὴν ἐγὼ τύχην
πειράσομ’ ὡς δεῖ μὴ μετ’ αἰσχύνης φέρειν.