Ancient Greek
Fragment 978
Euripides, Fragmenta 978
Not analysed yet
εἰ δ’ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι,
οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο·
νῦν δ’, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος
λαβεῖν ἀμοχθί, πᾶς τις ἥδεται λέγων
τά τ’ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει.