Ancient Greek · ~8 min
Episode 1
Euripides, Ἱππόλυτος 1.2
Not analysed yet
σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
οὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατον
μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται,
Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις·
ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσει
τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς,
τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.
ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης
ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν·
σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν.
τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.
ἄναξ —θεοὺς γὰρ δεσπότας καλεῖν χρεών —
ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.
οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος
οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι;
μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις;
πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.
ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων
τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.
τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.
πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.
οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.
χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους
σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας
τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν
ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο
βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.
ἡμεῖς δέ —τοὺς νέους γὰρ οὐ μιμητέον,
φρονοῦντας οὕτως —ὡς πρέπει δούλοις λέγειν,
προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν,
εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων
μάταια βάζει· μὴ δόκει τούτων κλύειν·
σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.