Ancient Greek
Choral 2
Euripides, Hippolytus 2
Not analysed yet
Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,
βαπτὰν κάλπισι ῥυτὰν πα-
γὰν προιεῖσα κρημνῶν·
ὅθι μοί τις ἦν φίλα
πορφύρεα φάρεα
ποταμίᾳ δρόσῳ
τέγγουσα, θερ-
μᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ-
αλίου κατέβαλλ’· ὅθεν
μοι πρώτα φάτις ἦλθε δεσποίνας·
τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν
οἴκων, λεπτὰ δὲ φάρη ξάν-
θαν κεφαλὰν σκιάζειν·
τριτάταν δέ νιν κλύω
τάνδ’ ἀβρωσίᾳ
στόματος ἁμέραν
Δάματρος ἀ-
κτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ-
πτῷ πένθει θανάτου θέλου-
σαν κέλσαι ποτὶ τέρμα δύστανον.
—ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα,
εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας
ἢ σεμνῶν Κορυβάντων φοι-
τᾷς ἢ ματρὸς ὀρείας;
—σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί-
κτυνναν ἀμπλακίαις ἀνίε-
ρος ἀθύτων πελάνων τρύχῃ;
φοιτᾷ γὰρ καὶ διὰ λίμνας
χέρσον θ’ ὑπὲρ πελάγους
δίναις ἐν νοτίαις ἅλμας.
—ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν
ἀρχαγόν, τὸν εὐπατρίδαν,
ποιμαίνει τις ἐν οἴκοις κρυ-
πτὰ κοίτα λεχέων σῶν;
—ἢ ναυβάτας τις ἔπλευσεν Κρή-
τας ἔξορμος ἀνὴρ λιμένα
τὸν εὐξεινότατον ναύταις,
φήμαν πέμπων βασιλείᾳ,
λύπᾳ δ’ ὑπὲρ παθέων
εὐναία δέδεται ψυχά;
—φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν
ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν,
ὠδινῶν τε καὶ ἀφροσύνας.
δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’
αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν
τόξων μεδέουσαν ἀύτευν
Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ
σὺν θεοῖσι φοιτᾷ.