Ancient Greek · ~1 min
Choral 10
Euripides, Ἱππόλυτος 10.1
Not analysed yet
σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν
ἄγεις, Κύπρι, σὺν δ’
ὁ ποικιλόπτερος ἀμφιβαλὼν
ὠκυτάτῳ πτερῷ.
ποτᾶται δὲ γαῖαν εὐάχητόν θ’
ἁλμυρὸν ἐπὶ πόντον.
θέλγει δ’ Ἔρως, ᾧ μαινομένᾳ κραδίᾳ
πτανὸς ἐφορμάσῃ χρυσοφαής,
φύσιν ὀρεσκόων σκυλάκων πελαγίων θ’
ὅσα τε γᾶ τρέφει
τά τ’ ἀέλιος αἰθόμενα δέρκεται,
ἄνδρας τε· συμπάντων βασιληίδα τιμάν,
Κύπρι, τῶνδε μόνα κρατύνεις.