Ancient Greek · ~3 min
Episode 9, lines 9.1249-9.1267
Euripides, Ἱππόλυτος 9.1249-1267
Not analysed yet
δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,
ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε,
τὸν σὸν πιθέσθαι παῖδ’ ὅπως ἐστὶν κακός·
οὐδ’ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος,
καὶ τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τις
πεύκην, ἐπεί νιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι.
αἰαῖ· κέκρανται συμφορὰ νέων κακῶν,
οὐδ’ ἔστι μοίρας τοῦ χρεών τ’ ἀπαλλαγή.
μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε
λόγοισιν ἥσθην τοῖσδε· νῦν δ’ αἰδούμενος
θεούς τ’ ἐκεῖνόν θ’, οὕνεκ’ ἐστὶν ἐξ ἐμοῦ,
οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς.
πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον
δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί;
φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν
οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσῃ.
κομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν
τὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη
λόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς.