Ancient Greek · ~2 min
Episode 11
Euripides, Ἱππόλυτος 11.3
Not analysed yet
αἰαῖ αἰαῖ·
δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου
χρησμοῖς ἀδίκοις διελυμάνθην.
ἀπόλωλα τάλας, οἴμοι μοι.
διά μου κεφαλῆς ᾄσσουσ’ ὀδύναι,
κατὰ δ’ ἐγκέφαλον πηδᾷ σφάκελος.
σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω.
ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆς
βόσκημα χερός,
διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας.
φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμας, δμῶες,
χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.
τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;
πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε
τὸν κακοδαίμονα καὶ κατάρατον
πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς;
ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,
ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχὼν
προῦπτον ἐς Ἅιδην στείχω κατ’ ἄκρας
ὀλέσας βίοτον· μόχθους δ’ ἄλλως
τῆς εὐσεβίας
εἰς ἀνθρώπους ἐπόνησα.