Ancient Greek · ~7 min
Episode 11, lines 11.4.1370-11.4.1419
Euripides, Ἱππόλυτος 11.4.1370-1419
Not analysed yet
αἰαῖ αἰαῖ·
καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει —
μέθετέ με, τάλανες —
καί μοι θάνατος Παιὰν ἔλθοι.
προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί-
μονά μ’· ἀμφιτόμου λόγχας ἔραμαι,
διαμοιρᾶσαι
διά τ’ εὐνᾶσαι τὸν ἐμὸν βίοτον.
ὦ πατρὸς ἐμοῦ δύστηνος ἀρά·
μιαιφόνων συγγόνων παλαιῶν
προγεννητόρων ἐξορίζεται
κακόν, οὐδὲ μέλλει,
ἔμολέ τ’ ἐπ’ ἐμὲ τί ποτε τὸν οὐ-
δὲν ὄντ’ ἐπαίτιον κακῶν;
ἰώ μοί μοι·
—τί φῶ; πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδ’ ἀναλ-
γήτου πάθους; εἴθε με κοι-
μάσειε τὸν δυσδαίμον’ Ἅι-
δου μέλαινα νύκτερός τ’ ἀνάγκα.
ὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης·
τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.
ἔα·
ὦ θεῖον ὀδμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς
ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας·
ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά.
ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
ὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον;
ὁρῶ· κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ.
οὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης,
οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι.
οὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ.
Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο.
ὤμοι· φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν.
τιμῆς ἐμέμφθη σωφρονοῦντι δ’ ἤχθετο.
τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, Κύπρις.
πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.
ἐξηπατήθη δαίμονος βουλεύμασιν.
ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.
στένω σὲ μᾶλλον ἢ ’μὲ τῆς ἁμαρτίας.
εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.
ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα.
τί δ’; ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος.
δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
φεῦ·
εἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.
ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας
σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.