Ancient Greek · ~6 min
Episode 11, lines 11.4.1420-11.4.1461
Euripides, Ἱππόλυτος 11.4.1420-1461
Not analysed yet
ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς
ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν
τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος
κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ
πένθη μέγιστα δακρύων καρπουμένῳ.
ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.
σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·
ἄκων γὰρ ὤλεσάς νιν· ἀνθρώποισι δὲ
θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,
Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ᾗ διεφθάρης.
καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·
ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ.
χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία·
μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν.
λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν·
καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.
αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος·
λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας.
οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα;
ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.
ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;
οὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου.
τί φῄς; ἀφίης αἵματός μ’ ἐλεύθερον;
τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.
ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί.
τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.
οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.
ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.
μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει.
κεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ.
κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.
ὦ κλείν’ Ἀθῆναι Παλλάδος θ’ ὁρίσματα,
οἵου στερήσεσθ’ ἀνδρός. ὦ τλήμων ἐγώ·
ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.