Ancient Greek · ~7 min
Episode 3, lines 3.1.170-3.1.227
Euripides, Ἱππόλυτος 3.1.170-227
Not analysed yet
—ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν
τήνδε κομίζουσ’ ἔξω μελάθρων·
τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή,
τί δεδήληται
δέμας ἀλλόχροον βασιλείας.
ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι.
τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω;
τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ·
ἔξω δὲ δόμων ἤδη νοσερᾶς
δέμνια κοίτης.
δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι·
τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις,
οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν
φίλτερον ἡγῇ.
κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·
τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει
λύπη τε φρενῶν χερσίν τε πόνος.
πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων,
κοὐκ ἔστι πόνων ἀνάπαυσις.
ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο
σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν
δυσέρωτες δὴ φαινόμεθ’ ὄντες,
δι’ ἀπειροσύνην ἄλλου βιότου
κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας·
μύθοις δ’ ἄλλως φερόμεσθα.
ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·
λέλυμαι μελέων σύνδεσμα φίλων.
λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.
βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν·
ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.
θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
μετάβαλλε δέμας.
ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας
καὶ γενναίου λήματος οἴσεις·
μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
αἰαῖ·
πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,
ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ
λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;
ὦ παῖ, τί θροεῖς;
οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ
μανίας ἔποχον ῥίπτουσα λόγον;
πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν
καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
στείβουσι κύνες
βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι·
πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι
καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι
Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’
ἐν χειρὶ βέλος.
τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;
τί κυνηγεσίων καὶ σοὶ μελέτη;
τί δὲ κρηναίων νασμῶν ἔρασαι;
πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
κλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.