Ancient Greek · ~7 min
Episode 3, lines 3.2.267-3.2.310b
Euripides, Ἱππόλυτος 3.2.267-310b
Not analysed yet
γύναι γεραιά, βασιλίδος πιστὴ τροφὲ
Φαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας,
ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·
σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν.
οὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει.
οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;
ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε.
ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.
πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν;
πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;
θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.
θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.
κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.
ὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;
ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.
σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη
νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;
ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον·
οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας,
ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς
οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.
ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ
στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν,
ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμην
μεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον.
κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
γυναῖκες αἵδε συγκαθιστάναι νόσον·
εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,
λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.
εἶἑν· τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
φθέγξαι τι, δεῦρ’ ἄθρησον. —ὦ τάλαιν’ ἐγώ,
γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε
λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται. —
ἀλλ’ ἴσθι μέντοι —πρὸς τάδ’ αὐθαδεστέρα
γίγνου θαλάσσης —εἰ θανῇ, προδοῦσα σοὺς
παῖδας πατρῴων μὴ μεθέξοντας δόμων,
μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο
νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς,
Ἱππόλυτον
οἴμοι.