Ancient Greek · ~4 min
Choral 4
Euripides, Ἱππόλυτος 4
Not analysed yet
Ἔρως Ἔρως, ὃ κατ’ ὀμμάτων
στάζεις πόθον, εἰσάγων γλυκεῖαν
ψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ,
μή μοί ποτε σὺν κακῷ φανείης
μηδ’ ἄρρυθμος ἔλθοις.
οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος,
οἷον τὸ τᾶς Ἀφροδίτας
ἵησιν ἐκ χερῶν
Ἔρως, ὁ Διὸς παῖς.
ἄλλως ἄλλως παρά τ’ Ἀλφεῷ
Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις
βούταν φόνον Ἑλλὰς αἶ’ ἀέξει·
Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,
τὸν τᾶς Ἀφροδίτας
φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν,
πέρθοντα καὶ διὰ πάσας
ἰόντα συμφορᾶς
θνατοῖς, ὅταν ἔλθῃ.
τὰν μὲν Οἰχαλίᾳ
πῶλον ἄζυγα λέκτρων, ἄναν-
δρον τὸ πρὶν καὶ ἄνυμφον, οἴ-
κων ζεύξασ’ ἀπ’ Εὐρυτίων
δρομάδα Ναΐδ’ ὅπως τε Βάκ-
χαν σὺν αἵματι, σὺν καπνῷ
φονίοις θ’ ὑμεναίοις
Ἀλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν·
ὦ τλάμων ὑμεναίων.
ὦ Θήβας ἱερὸν
τεῖχος, ὦ στόμα Δίρκας, συνεί-
ποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρ-
πει. βροντᾷ γὰρ ἀμφιπύρῳ
τοκάδα τὰν διγόνοιο Βάκ-
χου νυμφευσαμένα πότμῳ
φονίῳ κατηύνασεν.
δεινὰ γὰρ παντᾷ ποτιπνεῖ, μέλισσα δ’
οἵα τις πεπόταται.