Ancient Greek · ~9 min
Episode 5
Euripides, Ἱππόλυτος 5.1-2
Not analysed yet
τάλανες ὦ κακοτυχεῖς
γυναικῶν πότμοι.
τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίνας
σφαλεῖσαι κάθαμμα λύειν λόγους;
ἐτύχομεν δίκας· ἰὼ γᾶ καὶ φῶς.
πᾷ ποτ’ ἐξαλύξω τύχας;
πῶς δὲ πῆμα κρύψω, φίλαι;
τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν
πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος
πέραν δυσεκπέρατον ἔρχεται βίου.
κακοτυχεστάτα γυναικῶν ἐγώ.
φεῦ φεῦ· πέπρακται, κοὐ κατώρθωνται τέχναι,
δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.
ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,
οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς
πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
οὐκ εἶπον —οὐ σῆς προυνοησάμην φρενός; —
σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι;
σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖς
θανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων.
οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρένας
ἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,
ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς,
πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.
ὄλοιο καὶ σὺ χὥστις ἄκοντας φίλους
πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.
δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά·
τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·
ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν.
ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοι
ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην.
εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ·
πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,
τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;
μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.
ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον.
παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς
παρῄνεσάς μοι κἀπεχείρησας κακά.
ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι
φρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς.
ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,
τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ,
σιγῇ καλύπτειν ἁνθάδ’ εἰσηκούσατε.
ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,
μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.
καλῶς ἔλεξας· ἓν δὲ προτρέπουσ’ ἐγὼ
εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω,
ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον,
αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα.
οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους,
οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι
αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.
μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;
θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.
εὔφημος ἴσθι.
καὶ σύ γ’ εὖ με νουθέτει.
ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,
ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳ
τέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι.
ἀτὰρ κακόν γε χἁτέρῳ γενήσομαι
θανοῦσ’, ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς
ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι
κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.