Ancient Greek
Episode 5
Euripides, Ἱππόλυτος 5.4
Not analysed yet
ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.
τί σοι μήσομαι;
τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι —
αἰαῖ, ἒ ἔ.
πρόδοτος ἐκ φίλων.
ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,
φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.
πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;
οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος,
τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.
ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,
οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.
σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.
οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.
ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.
οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων.
ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.
τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;
ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.
ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.
ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.
ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;
ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.
ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;
εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος
παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος
τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·
προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ
φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.
ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ
δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς
εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.
σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις
εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.
τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ
γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.
χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,
ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη
θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα
μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ
βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.
ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,
λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·
ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,
ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,
ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;
εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι·
εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,
οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.
νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς
Θησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα.
θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή·
τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.
ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι
γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·
ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.
ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,
ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.