Ancient Greek · ~2 min
Episode 7
Euripides, Ἱππόλυτος 7.1-2
Not analysed yet
ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις,
τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,
ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός.
κατακονὰ μὲν οὖν ἀβίοτος βίου·
κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ
τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν,
μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
τίνα λόγον τάλας, τίνα τύχαν σέθεν
βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη.
πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
τύχαν δαιμόνων
ἀμπλακίαισι τῶν πάροιθέν τινος.
οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά,
πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.