Ancient Greek · ~6 min
Episode 7, lines 7.6.1062-7.6.1101
Euripides, Ἱππόλυτος 7.6.1062-1101
Not analysed yet
οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,
μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.
οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.
οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;
ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένων
δόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών;
ὅστις γυναικῶν λυμεῶνας ἥδεται
ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
αἰαῖ, πρὸς ἧπαρ· δακρύων ἐγγὺς τόδε,
εἰ δὴ κακός γε φαίνομαι, δοκῶ τέ σοι.
τότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆν
ὅτ’ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης.
ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι
καὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ.
ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·
τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν.
φεῦ·
εἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον
στάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά.
πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν
ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.
ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·
μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος.
οὐχ ἕλξετ’ αὐτόν, δμῶες; οὐκ ἀκούετε
πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;
κλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ τεθίξεται·
σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.
δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις·
οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς.
ἄραρεν, ὡς ἔοικεν· ὦ τάλας ἐγώ·
ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω.
ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,
σύνθακε, συγκύναγε, φευξόμεσθα δὴ
κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις
καὶ γαῖ’ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον,
ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα,
χαῖρ’· ὕστατον γάρ σ’ εἰσορῶν προσφθέγγομαι.
ἴτ’ ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,
προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός·
ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερον
ὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῷ δοκεῖ πατρί.