Ancient Greek · ~5 min
Choral 8
Euripides, Ἱππόλυτος 8
Not analysed yet
ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ,
λύπας παραιρεῖ· ξύνεσιν δέ τιν’ ἐλπίδι κεύθων
λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσων·
ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται ἀνδράσιν
αἰὼν
πολυπλάνητος αἰεί.
εἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι,
τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·
δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος ἐνείη·
ῥᾴδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ
βίον συνευτυχοίην.
οὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω τὰ παρ’ ἐλπίδα λεύσ-
σων,
ἐπεὶ τὸν Ἑλλανίας
φανερώτατον ἀστέρ’ Ἀθήνας
εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς
ἄλλαν ἐπ’ αἶαν ἱέμενον.
ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,
ὦ δρυμὸς ὄρειος, ὅθι κυνῶν
ὠκυπόδων μέτα θῆρας ἔναιρεν
Δίκτυνναν ἀμφὶ σεμνάν.
οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃ
τὸν ἀμφὶ Λίμνας τρόχον
κατέχων ποδὶ γυμνάδος ἵππου.
μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶν
λήξει πατρῷον ἀνὰ δόμον·
ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι
Λατοῦς βαθεῖαν ἀνὰ χλόαν·
νυμφιδία δ’ ἀπόλωλε φυγᾷ σᾷ
λέκτρων ἅμιλλα κούραις.
—ἐγὼ δὲ σᾷ δυστυχίᾳ
δάκρυσι διοίσω πότμον
ἄποτμον· ὦ τάλαινα μᾶ-
τερ, ἔτεκες ἀνόνατα· φεῦ·
μανίω θεοῖσιν·
ἰὼ ἰώ·
συζύγιαι Χάριτες, τί τὸν τάλαν’ ἐκ πατρίας γᾶς
οὐδὲν ἄτας αἴτιον
πέμπετε τῶνδ’ ἀπ’ οἴκων;