Ancient Greek · ~7 min
Episode 1, lines 1.1-1.51
Euripides, Ἴων 1.1-51
Not analysed yet
Ἄτλας, ὁ χαλκέοισι
ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατο
Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.
ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸν
μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς
τά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.
ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,
τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,
οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις
βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας
Παλλάδος ὑπʼ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς
Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
ἀγνὼς δὲ πατρί —τῷ θεῷ γὰρ ἦν φίλον —
γαστρὸς διήνεγκʼ ὄγκον. ὡς δʼ ἦλθεν χρόνος,
τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφος
ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ
Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον
κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ,
προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς
Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη
φρουρὼ παραζεύξασα φύλακε σώματος
δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι
δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ
νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις
τρέφειν τέκνα. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴν
τέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ.
κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·
ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονα
κλεινῶν Ἀθηνῶν —οἶσθα γὰρ θεᾶς πόλιν —
λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
αὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει
ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια,
καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
τὰ δʼ ἄλλʼ —ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς —
ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάριν
πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι
τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος
ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς.
κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳ
προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·
ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ
ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη
λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον,
ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·
οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα —καὶ θεὸς
συνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων —
τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ
οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ,
ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.