Ancient Greek · ~5 min
Episode 1, lines 1.52-1.81
Euripides, Ἴων 1.52-81
Not analysed yet
νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
ἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας,
Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις
θεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον.
Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν
Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο·
ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,
οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων·
ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο,
οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη
ἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκα
ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε
ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ.
δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι
κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου
κρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα.
Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός,
ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα.
ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε,
τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα
δάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν,
Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.