Ancient Greek · ~4 min
Choral 2
Euripides, Ἴων 2.4
Not analysed yet
ἀλλʼ ἐκπαύσω γὰρ μόχθους
δάφνας ὁλκοῖς,
χρυσέων δʼ ἐκ τευχέων ῥίψω
Γαίας παγάν,
ἃν ἀποχεύονται
Κασταλίας δῖναι,
νοτερὸν ὕδωρ βάλλων,
ὅσιος ἀπʼ εὐνᾶς ὤν.
εἴθʼ οὕτως αἰεὶ Φοίβῳ
λατρεύων μὴ παυσαίμαν,
ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ.
ἔα ἔα·
φοιτῶσʼ ἤδη λείπουσίν τε
πτανοὶ Παρνασοῦ κοίτας·
αὐδῶ μὴ χρίμπτειν θριγκοῖς
μηδʼ ἐς χρυσήρεις οἴκους —
μάρψω σʼ αὖ τόξοις, ὦ Ζηνὸς
κῆρυξ, ὀρνίθων γαμφηλαῖς
ἰσχὺν νικῶν.
ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει
κύκνος. οὐκ ἄλλᾳ
φοινικοφαῆ πόδα κινήσεις;
οὐδέν σʼ ἁ φόρμιγξ ἁ Φοίβου
σύμμολπος τόξων ῥύσαιτʼ ἄν.
πάραγε πτέρυγας·
λίμνας ἐπίβα τᾶς Δηλιάδος·
αἱμάξεις, εἰ μὴ πείσῃ,
τὰς καλλιφθόγγους ᾠδάς.
ἔα ἔα·
τίς ὅδʼ ὀρνίθων καινὸς προσέβα;
μῶν ὑπὸ θριγκοὺς εὐναίας
καρφυρὰς θήσων τέκνοις;
ψαλμοί σʼ εἴρξουσιν τόξων.
οὐ πείσῃ; χωρῶν δίναις
ταῖς Ἀλφειοῦ παιδούργει,
ἢ νάπος Ἴσθμιον,
ὡς ἀναθήματα μὴ βλάπτηται
ναοί θʼ οἱ Φοίβου
κτείνειν δʼ ὑμᾶς αἰδοῦμαι
τοὺς θεῶν ἀγγέλλοντας φήμας
θνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις,
Φοίβῳ δουλεύσω, κοὐ λήξω
τοὺς βόσκοντας θεραπεύων.