Ancient Greek · ~4 min
Choral 2, lines 2.1-2.2
Euripides, Ἴων 2.1-4-2
Not analysed yet
—οὐκ ἐν ταῖς ζαθέαις Ἀθά-
ναις εὐκίονες ἦσαν αὐ-
λαὶ θεῶν μόνον, οὐδʼ ἀγυι-
άτιδες θεραπεῖαι·
ἀλλὰ καὶ παρὰ Λοξίᾳ
τῷ Λατοῦς διδύμων προσώ-
πων καλλιβλέφαρον φῶς.
—ἰδοὺ τάνδʼ, ἄθρησον,
Λερναῖον ὕδραν ἐναίρει
χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·
φίλα, πρόσιδʼ ὄσσοις.
—ὁρῶ. καὶ πέλας ἄλλος αὐ-
τοῦ πανὸν πυρίφλεκτον αἴ-
ρει τις —ἆρʼ ὃς ἐμαῖσι μυ-
θεύεται παρὰ πήναις,
ἀσπιστὰς Ἰόλαος, ὃς
κοινοὺς αἰρόμενος πόνους
Δίῳ παιδὶ συναντλεῖ;
—καὶ μὰν τόνδʼ ἄθρησον
πτεροῦντος ἔφεδρον ἵππου·
τὰν πῦρ πνέουσαν ἐναίρει
τρισώματον ἀλκάν.
—πάντᾳ τοι βλέφαρον διώ-
κω. σκέψαι κλόνον ἐν τείχεσ-
σι λαΐνοισι Γιγάντων.
—ὦ φίλαι, ὧδε δερκόμεσθα.
—λεύσσεις οὖν ἐπʼ Ἐγκελάδῳ
γοργωπὸν πάλλουσαν ἴτυν —
—λεύσσω Παλλάδʼ, ἐμὰν θεόν.
—τί γάρ; κεραυνὸν ἀμφίπυρον
ὄβριμον ἐν Διὸς
ἑκηβόλοισι χερσίν;
—ὁρῶ· τὸν δάϊον
Μίμαντα πυρὶ καταιθαλοῖ.
—καὶ Βρόμιος ἄλλον ἀπολέμοι-
σι κισσίνοισι βάκτροις
ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.