Ancient Greek · ~7 min
Episode 3, lines 3.237-3.279
Euripides, Ἴων 3.237-279
Not analysed yet
γενναιότης σοι, καὶ τρόπων τεκμήριον
τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι.
γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι
τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής.
ἔα·
ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸν
δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα,
ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι;
ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ
χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ;
ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι·
ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους
μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·
οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που.
ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα
θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν,
εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι;
οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ
ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι.
τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας
πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως
πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις.
ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο
τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα.
πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς ;
τί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων;
ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;
Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ.
ἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο;
ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.
δίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται ;
Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.
ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.
τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.
εἶἑν·
τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγος
τί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ.
πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη;