Ancient Greek · ~2 min
Choral 4
Euripides, Ἴων 4.1-2
Not analysed yet
ὑπερβαλλούσας γὰρ ἔχει
θνατοῖς εὐδαιμονίας
ἀκίνητον ἀφορμάν,
τέκνων οἷς ἂν καρποτρόφοι
λάμπωσιν ἐν θαλάμοις
πατρίοισι νεάνιδες ἧβαι,
διαδέκτορα πλοῦτον
ὡς ἕξοντες ἐκ πατέρων
ἑτέροις ἐπὶ τέκνοις.
ἀλκά τε γὰρ ἐν κακοῖς
σύν τʼ εὐτυχίαις φίλον,
δορί τε γᾷ πατρίᾳ φέρει
σωτήριον ἀλκάν.
ἐμοὶ μὲν πλούτου τε πάρος
βασιλικῶν τʼ εἶεν θαλάμων
τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.
τὸν ἄπαιδα δʼ ἀποστυγῶ
βίον, ᾧ τε δοκεῖ ψέγω·
μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς
εὔπαιδος ἐχοίμαν.