Ancient Greek · ~2 min
Choral 4
Euripides, Ἴων 4.3
Not analysed yet
ὦ Πανὸς θακήματα καὶ
παραυλίζουσα πέτρα
μυχώδεσι Μακραῖς,
ἵνα χοροὺς στείβουσι ποδοῖν
Ἀγλαύρου κόραι τρίγονοι
στάδια χλοερὰ πρὸ Παλλάδος
ναῶν, συρίγγων
ὑπʼ αἰόλας ἰαχᾶς
ὕμνων, ὅτʼ ἀναλίοις
συρίζεις, ὦ Πάν,
τοῖς σοῖσιν ἐν ἄντροις,
ἵνα τεκοῦσά τις Φοίβῳ
παρθένος, ὦ μελέα, βρέφος,
πτανοῖς ἐξόρισεν θοίναν
θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμων
ὕβριν· οὔτʼ ἐπὶ κερκίσιν οὔτε λόγοις
φάτιν ἄιον εὐτυχίας μετέχειν
θεόθεν τέκνα θνατοῖς.