Ancient Greek · ~2 min
Choral 6
Euripides, Ἴων 6.1
Not analysed yet
ὁρῶ δάκρυα καὶ πενθίμους
ἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς,
ὅταν ἐμὰ τύραννος εὐπαιδίαν
πόσιν ἔχοντʼ εἰδῇ,
αὐτὴ δʼ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων.
τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-
σας ὑμνῳδίαν;
πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεν
τρόφιμος ἐξέβα; γυναικῶν τίνος;
οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχῃ δόλον.
δειμαίνω συμφοράν,
ἐφʼ ὅ ποτε βάσεται.
ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι,
τὸ δʼ ἔτʼ εὔφημʼ ἔχει,
δόλον τύχαν θʼ, ὁ παῖς
ἄλλων τραφεὶς ἐξ αἱμάτων.
τίς οὐ τάδε ξυνοίσεται;