Ancient Greek · ~2 min
Choral 6
Euripides, Ἴων 6.1-2
Not analysed yet
—φίλαι, πότερʼ ἐμᾷ δεσποίνᾳ
τάδε τορῶς ἐς οὖς γεγωνήσομεν;
πόσιν, ἐν ᾧ τὰ πάντʼ ἔχουσʼ ἐλπίδων
μέτοχος ἦν, τλάμων,
—νῦν δʼ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δʼ εὐτυχεῖ.
—πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δʼ
—ἀτίετος φίλων.
—μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,
μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης
(—ὄλοιτʼ, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν.
—καὶ θεοῖσιν μὴ τύχοι
καλλίφλογα πέλανον ἐπὶ
πυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται,
ὅσον ἀμᾶς ἔφυν
τυραννίδος φίλα.
—ἦ δὴ πέλας δείπνων κυρεῖ
παῖς καὶ πατὴρ νέος νέων.