Ancient Greek · ~5 min
Episode 7, lines 7.2.823-7.2.858
Euripides, Ἴων 7.2.823-858
Not analysed yet
νεανίαν δʼ ὡς ᾔσθετʼ ἐκτεθραμμένον,
ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν.
κᾆθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατο
πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς
τοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα,
τυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.
καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένον
Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.
οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,
οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖς
κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.
καὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσῃ κακόν·
ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸς
γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.
ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦς
μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,
ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν,
τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν·
ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ
ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν
καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω,
καὶ συμφονεύειν παῖδʼ ἐπεισελθὼν δόμους
οὗ δαῖθʼ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις
ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.
ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,
τοὔνομα· τὰ δʼ ἄλλα πάντα τῶν ἐλευθέρων
οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ.
κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω
κοινουμένη τήνδʼ ἢ θανεῖν ἢ ζῆν καλῶς.