Ancient Greek · ~7 min
Episode 7, lines 7.3.859-7.3.926
Euripides, Ἴων 7.3.859-926
Not analysed yet
ὦ ψυχά, πῶς σιγάσω;
πῶς δὲ σκοτίας ἀναφήνω
εὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ;
τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι;
πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς;
οὐ πόσις ἡμῶν προδότης γέγονεν,
στέρομαι δʼ οἴκων, στέρομαι παίδων,
φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαι
χρῄζουσα καλῶς οὐκ ἐδυνήθην,
σιγῶσα γάμους,
σιγῶσα τόκους πολυκλαύτους;
ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδος
καὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰν
λίμνης τʼ ἐνύδρου Τριτωνιάδος
πότνιαν ἀκτάν,
οὐκέτι κρύψω λέχος, ὡς στέρνων
ἀπονησαμένη ῥᾴων ἔσομαι.
στάζουσι κόραι δακρύοισιν ἐμαί,
ψυχὴ δʼ ἀλγεῖ κακοβουλευθεῖσʼ
ἔκ τʼ ἀνθρώπων ἔκ τʼ ἀθανάτων,
οὓς ἀποδείξω
λέκτρων προδότας ἀχαρίστους.
ὦ τᾶς ἑπταφθόγγου μέλπων
κιθάρας ἐνοπάν, ἅτʼ ἀγραύλοις
κέρασιν ἐν ἀψύχοις ἀχεῖ
μουσᾶν ὕμνους εὐαχήτους,
σοὶ μομφάν, ὦ Λατοῦς παῖ,
πρὸς τάνδʼ αὐγὰν αὐδάσω.
ἦλθές μοι χρυσῷ χαίταν
μαρμαίρων, εὖτʼ ἐς κόλπους
κρόκεα πέταλα φάρεσιν ἔδρεπον,
ἀνθίζειν χρυσανταυγῆ·
λευκοῖς δʼ ἐμφὺς καρποῖσιν
χειρῶν εἰς ἄντρου κοίτας
κραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσαν
θεὸς ὁμευνέτας
ἆγες ἀναιδείᾳ
Κύπριδι χάριν πράσσων.
τίκτω δʼ ἁ δύστανός σοι
κοῦρον, τὸν φρίκᾳ ματρὸς
εἰς εὐνὰν βάλλω τὰν σάν,
ἵνα με λέχεσι μελέαν μελέοις
ἐζεύξω τὰν δύστανον.
οἴμοι μοι· καὶ νῦν ἔρρει
πτανοῖς ἁρπασθεὶς θοίνα
παῖς μοι καὶ σός, τλάμων·
σὺ δὲ κιθάρᾳ κλάζεις
παιᾶνας μέλπων.
ὠή,
τὸν Λατοῦς αὐδῶ σʼ,
ὅστʼ ὀμφὰν κληροῖς
πρὸς χρυσέους θάκους
καὶ γαίας μεσσήρεις ἕδρας,
εἰς οὖς αὐδὰν καρύξω·
Ἰὼ κακὸς εὐνάτωρ,
ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ
χάριν οὐ προλαβὼν
παῖδʼ εἰς οἴκους οἰκίζεις·
ὁ δʼ ἐμὸς γενέτας καὶ σός γʼ, ἀμαθής,
οἰωνοῖς ἔρρει συλαθείς,
σπάργανα ματέρος ἐξαλλάξας.
μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφνας
ἔρνεα φοίνικα παρʼ ἁβροκόμαν,
ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατο
Λατὼ Δίοισί σε καρποῖς.
οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
κακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι
πρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς.