Ancient Greek · ~7 min
Episode 7, lines 7.3.969-7.3.1013
Euripides, Ἴων 7.3.969-1013
Not analysed yet
τὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῷ μένει.
μή νυν ἔτʼ οἴκτων, θύγατερ, ἀντεχώμεθα.
τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν.
τὸν πρῶτον ἀδικήσαντά σʼ ἀποτίνου θεόν.
καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσʼ ὑπερδράμω;
πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.
δέδοικα· καὶ νῦν πημάτων ἄδην ἔχω.
τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.
αἰδούμεθʼ εὐνὰς τὰς τόθʼ ἡνίκʼ ἐσθλὸς ἦν.
νῦν δʼ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.
πῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γʼ ἄν.
ξιφηφόρους σοὺς ὁπλίσασʼ ὀπάονας.
στείχοιμʼ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε;
ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους.
ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές.
ὤμοι, κακίζῃ· φέρε, σὺ νῦν βούλευέ τι.
καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.
ἀμφοῖν ἂν εἴην τοῖνδʼ ὑπηρέτης ἐγώ.
ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;
οἶδʼ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.
ἐνταῦθα Γοργόνʼ ἔτεκε Γῆ, δεινὸν τέρας.
ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;
ναί· καί νιν ἔκτεινʼ ἡ Διὸς Παλλὰς θεά.
ἆρʼ οὗτός ἐσθʼ ὁ μῦθος ὃν κλύω πάλαι;
ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.
ἣν αἰγίδʼ ὀνομάζουσι, Παλλάδος στολήν;
τόδʼ ἔσχεν ὄνομα θεῶν ὅτʼ ᾖξεν ἐς δόρυ.
τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;
Ἐριχθόνιον οἶσθʼ, ἢ —; τί δʼ οὐ μέλλεις, γέρον;
ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;
τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ
τί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος.
δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.
ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;
τὸν μὲν θανάσιμον, τὸν δʼ ἀκεσφόρον νόσων.
ἐν τῷ καθάψασʼ ἀμφὶ παιδὶ σώματος;
χρυσοῖσι δεσμοῖς· ὁ δὲ δίδωσʼ ἐμῷ πατρί.
κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο;
ναί· κἀπὶ καρπῷ γʼ αὔτʼ ἐγὼ χερὸς φέρω.
πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;
κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ
τί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα;
νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.