Ancient Greek · ~7 min
Episode 7, lines 7.3.927-7.3.968
Euripides, Ἴων 7.3.927-968
Not analysed yet
κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί,
πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο,
οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν
μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.
τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς;
ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεως
θηρσὶν φίλον τύμβευμʼ; ἄνελθέ μοι πάλιν.
αἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως.
ὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις.
ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτρας
πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;
οἶδʼ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.
ἐνταῦθʼ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.
τίνʼ; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις.
Φοίβῳ ξυνῆψʼ ἄκουσα δύστηνον γάμον.
ὦ θύγατερ, ἆρʼ ἦν ταῦθʼ ἅ γʼ ᾐσθόμην ἐγώ;
οὐκ οἶδʼ· ἀληθῆ δʼ εἰ λέγεις φαίημεν ἄν.
νόσον κρυφαίαν ἡνίκʼ ἔστενες λάθρα;
τότʼ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.
κᾆτʼ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;
ἔτεκον —ἀνάσχου ταῦτʼ ἐμοῦ κλύων, γέρον.
ποῦ; τίς λοχεύει σʼ; ἢ μόνη μοχθεῖς τάδε;
μόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.
ὁ παῖς δὲ ποῦ ʼστιν; ἵνα σὺ μηκέτʼ ᾖς ἄπαις.
τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.
τέθνηκʼ; Ἀπόλλων δʼ ὁ κακὸς οὐδὲν ἤρκεσεν;
οὐκ ἤρκεσʼ· Ἅιδου δʼ ἐν δόμοις παιδεύεται.
τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε.
ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις.
οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;
αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.
καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης;
πῶς δʼ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσʼ ἔπη —
φεῦ·
τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.
εἰ παῖδά γʼ εἶδες χεῖρας ἐκτείνοντά μοι.
μαστὸν διώκοντʼ ἦ πρὸς ἀγκάλαις πεσεῖν;
ἐνταῦθʼ, ἵνʼ οὐκ ὢν ἄδικʼ ἔπασχεν ἐξ ἐμοῦ.
σοὶ δʼ ἐς τί δόξʼ ἐσῆλθεν ἐκβαλεῖν τέκνον;
ὡς τὸν θεὸν σῴζοντα τόν γʼ αὑτοῦ γόνον.
οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.
τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;
σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ.