Ancient Greek · ~7 min
Episode 9, lines 9.6.1555-9.6.1603
Euripides, Ἴων 9.6.1555-1603
Not analysed yet
ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς
Παλλάς, δρόμῳ σπεύσασʼ Ἀπόλλωνος πάρα,
ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου,
μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ,
ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι·
ὡς ἥδε τίκτει σʼ ἐξ Ἀπόλλωνος πατρός,
δίδωσι δʼ οἷς ἔδωκεν, οὐ φύσασί σε,
ἀλλʼ ὡς νομίζῃ ʼς οἶκον εὐγενέστατον.
ἐπεὶ δʼ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε,
θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων
καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.
ἔμελλε δʼ αὐτὰ διασιωπήσας ἄναξ
ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν,
σέ θʼ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.
ἀλλʼ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ,
ἐφʼ οἷσιν ἔζευξʼ ἅρματʼ, εἰσακούσατον.
λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα
χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς
ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς
δίκαιος ἄρχειν τῆς γʼ ἐμῆς ὅδε χθονός,
ἔσται τʼ ἀνʼ Ἑλλάδʼ εὐκλεής. οἱ τοῦδε γὰρ
παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς
ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς
λαῶν ἔσονται, σκόπελον οἳ ναίουσʼ ἐμόν.
Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος
Ὅπλητες Ἀργαδῆς τʼ, ἐμῆς τʼ ἀπʼ αἰγίδος
ἔμφυλον ἕξουσʼ Αἰγικορῆς. οἱ τῶνδε δʼ αὖ
παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ
Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις
χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ
δίδωσιν· ἀντίπορθμα δʼ ἠπείροιν δυοῖν
πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς
Εὐρωπίας τε· τοῦδε δʼ ὀνόματος χάριν
Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.
Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,
Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται
πόλις κατʼ αἶαν Πελοπίαν· ὁ δεύτερος
Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας
τύραννος ἔσται, κἀπισημανθήσεται
κείνου κεκλῆσθαι λαὸς ὄνομʼ ἐπώνυμος.
καλῶς δʼ Ἀπόλλων πάντʼ ἔπραξε· πρῶτα μὲν
ἄνοσον λοχεύει σʼ, ὥστε μὴ γνῶναι φίλους·
ἐπεὶ δʼ ἔτικτες τόνδε παῖδα κἀπέθου
ἐν σπαργάνοισιν, ἁρπάσαντʼ ἐς ἀγκάλας
Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,
ἔθρεψέ τʼ οὐδʼ εἴασεν ἐκπνεῦσαι βίον.
νῦν οὖν σιώπα, παῖς ὅδʼ ὡς πέφυκε σός,
ἵνʼ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ,
σύ τʼ αὖ τὰ σαυτῆς ἀγάθʼ ἔχουσʼ ἴῃς, γύναι.