Ancient Greek · ~7 min
Episode 9, lines 9.6.1510-9.6.1554
Euripides, Ἴων 9.6.1510-1554
Not analysed yet
μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ
ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.
ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν
καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς,
Τύχη, παρʼ οἵαν ἤλθομεν στάθμην βίου
μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.
φεῦ·
ἆρʼ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς
ἔνεστι πάντα τάδε καθʼ ἡμέραν μαθεῖν;
φίλον μὲν οὖν σʼ εὕρημα, μῆτερ, ηὕρομεν,
καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε·
τὰ δʼ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι.
δεῦρʼ ἔλθʼ· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω
καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.
ὅρα σύ, μῆτερ· μὴ σφαλεῖσʼ ἃ παρθένοις
ἐγγίγνεται νοσήματʼ ἐς κρυπτοὺς γάμους,
ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν,
καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη,
Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσʼ οὐκ ἐκ θεοῦ;
μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε
Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι,
οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον,
ἀλλʼ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ.
πῶς οὖν τὸν αὑτοῦ παῖδʼ ἔδωκʼ ἄλλῳ πατρὶ
Ξούθου τέ φησι παῖδά μʼ ἐκπεφυκέναι;
πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε
αὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλῳ
δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.
ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται,
ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.
ἄκουε δή νυν ἅμʼ ἐσῆλθεν, ὦ τέκνον·
εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ
δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος,
οὐκ ἔσχες ἄν ποτʼ οὔτε παγκλήρους δόμους
οὔτʼ ὄνομα πατρός. πῶς γάρ, οὗ γʼ ἐγὼ γάμους
ἔκρυπτον αὐτὴ καί σʼ ἀπέκτεινον λάθρα;
ὃ δʼ ὠφελῶν σε προστίθησʼ ἄλλῳ πατρί.
οὐχ ὧδε φαύλως αὔτʼ ἐγὼ μετέρχομαι,
ἀλλʼ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους,
εἴτʼ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.
ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς
ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν;
φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων
ὁρῶμεν —εἰ μὴ καιρός ἐσθʼ ἡμᾶς ὁρᾶν.
μὴ φεύγετʼ· οὐ γὰρ πολεμίαν με φεύγετε,
ἀλλʼ ἔν τʼ Ἀθήναις κἀνθάδʼ οὖσαν εὐμενῆ.