Ancient Greek · ~3 min
Episode 11
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 11.4
Not analysed yet
καλεῖς πόλισμα Περσέως,
Κυκλωπίων πόνον χερῶν;
ἐθρέψαθʼ Ἑλλάδι με φάος·
θανοῦσα δʼ οὐκ ἀναίνομαι.
κλέος γὰρ οὔ σε μὴ λίπῃ.
ἰὼ ἰώ.
λαμπαδοῦχος ἁμέρα
Διός τε φέγγος, ἕτερον ἕτερον
αἰῶνα καὶ μοῖραν οἰκήσομεν.
χαῖρέ μοι, φίλον φάος.
ἰὼ ἰώ.
ἴδεσθε τὰν Ἰλίου
καὶ Φρυγῶν ἑλέπτολιν
στείχουσαν, ἐπὶ κάρα στέφη
βαλουμέναν χερνίβων τε παγάς,
βωμόν γε δαίμονος θεᾶς
ῥανίσιν αἱματορρύτοις
χρανοῦσαν εὐφυῆ τε σώματος δέρην
εὔδροσοι παγαὶ
πατρῷαι μένουσι χέρνιβές τέ σε
στρατός τʼ Ἀχαιῶν θέλων
Ἰλίου πόλιν μολεῖν.
ἀλλὰ τὰν Διὸς κόραν
κλῄσωμεν Ἄρτεμιν,
θεῶν ἄνασσαν, ὡς ἐπʼ εὐτυχεῖ πότμῳ.
ὦ πότνια, πότνια, θύμασιν βροτησίοις
χαρεῖσα, πέμψον ἐς Φρυγῶν
γαῖαν Ἑλλάνων στρατὸν
καὶ δολόεντα Τροίας ἕδη,
Ἀγαμέμνονά τε λόγχαις
Ἑλλάδι κλεινότατον στέφανον
δὸς ἀμφὶ κάρα ἑὸν
κλέος ἀείμνηστον ἀμφιθεῖναι.