Ancient Greek · ~7 min
Episode 11, lines 11.5.1532-11.5.1576
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 11.5.1532-1576
Not analysed yet
ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων
ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων.
φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην,
ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ·
μή μοί τινʼ ἄλλην ξυμφορὰν ἥκεις φέρων
πρὸς τῇ παρούσῃ;
σῆς μὲν οὖν παιδὸς πέρι
θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω.
μὴ μέλλε τοίνυν, ἀλλὰ φράζʼ ὅσον τάχος.
ἀλλʼ, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς.
λέξω δʼ ἀπʼ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου
γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν.
ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης
Ἀρτέμιδος ἄλσος λείμακάς τʼ ἀνθεσφόρους,
ἵνʼ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος,
σὴν παῖδʼ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος
ἠθροίζεθʼ. ὡς δʼ ἐσεῖδεν Ἀγαμέμνων ἄναξ
ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην,
ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα
δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς.
ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον
ἔλεξε τοιάδʼ· Ὦ πάτερ, πάρειμί σοι·
τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας
καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ
θῦσαι δίδωμʼ ἑκοῦσα πρὸς βωμὸν θεᾶς
ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.
καὶ τοὐπʼ ἔμʼ εὐτυχεῖτε· καὶ νικηφόρου
δώρου τύχοιτε πατρίδα τʼ ἐξίκοισθε γῆν.
πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ·
σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως.
τοσαῦτʼ ἔλεξε· πᾶς δʼ ἐθάμβησεν κλύων
εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου.
στὰς δʼ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδʼ ἦν μέλον,
εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ·
Κάλχας δʼ ὁ μάντις ἐς κανοῦν χρυσήλατον
ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας
κολεῶν ἔσωθεν, κρᾶτά τʼ ἔστεψεν κόρης.
ὁ παῖς δʼ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς
λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θʼ ὁμοῦ,
ἔλεξε δʼ· Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε,
τὸ λαμπρὸν εἱλίσσουσʼ ἐν εὐφρόνῃ φάος,
δέξαι τὸ θῦμα τόδʼ ὅ γέ σοι δωρούμεθα
στρατός τʼ Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θʼ ὁμοῦ,
ἄχραντον αἷμα καλλιπαρθένου δέρης,
καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα
Τροίας τε πέργαμʼ ἐξελεῖν ἡμᾶς δορί.