Ancient Greek · ~6 min
Episode 11, lines 11.5.1577-11.5.1614
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 11.5.1577-1614
Not analysed yet
ἐς γῆν δʼ Ἀτρεῖδαι πᾶς στρατός τʼ ἔστη βλέπων.
ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο,
λαιμόν τʼ ἐπεσκοπεῖθʼ, ἵνα πλήξειεν ἄν·
ἐμοὶ δέ τʼ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί,
κἄστην νενευκώς· θαῦμα δʼ ἦν αἴφνης ὁρᾶν.
πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετʼ ἂν σαφῶς,
τὴν παρθένον δʼ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ.
βοᾷ δʼ ἱερεύς, ἅπας δʼ ἐπήχησε στρατός,
ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος
φάσμʼ, οὗ γε μηδʼ ὁρωμένου πίστις παρῆν·
ἔλαφος γὰρ ἀσπαίρουσʼ ἔκειτʼ ἐπὶ χθονὶ
ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν,
ἧς αἵματι βωμὸς ἐραίνετʼ ἄρδην τῆς θεοῦ.
κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη·
Ὦ τοῦδʼ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ,
ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς
προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον;
ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται,
ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ.
ἡδέως τε τοῦτʼ ἐδέξατο, καὶ πλοῦν οὔριον
δίδωσιν ἡμῖν Ἰλίου τʼ ἐπιδρομάς.
πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης,
χώρει τε πρὸς ναῦν· ὡς ἡμέρᾳ τῇδε δεῖ
λιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺς
Αἴγαιον οἶδμα διαπερᾶν.
ἐπεὶ δʼ ἅπαν
κατηνθρακώθη θῦμʼ ἐν Ἡφαίστου φλογί,
τὰ πρόσφορʼ ηὔξαθʼ, ὡς τύχοι νόστου στρατός.
πέμπει δʼ Ἀγαμέμνων μʼ ὥστε σοι φράσαι τάδε,
λέγειν θʼ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ
καὶ δόξαν ἔσχεν ἄφθιτον καθʼ Ἑλλάδα.
ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμʼ ὁρῶν λέγω·
ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο.
λύπης δʼ ἀφαίρει καὶ πόσει πάρες χόλον·
ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν,
σώζουσί θʼ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδε
θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν.
ὡς ἥδομαί τοι ταῦτʼ ἀκούσασʼ ἀγγέλου·
ζῶν δʼ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος.