Ancient Greek · ~2 min
Choral 2
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 2.1-2
Not analysed yet
—πολύθυτον δὲ διʼ ἄλσος Ἀρ-
τέμιδος ἤλυθον ὀρομένα,
φοινίσσουσα παρῇδʼ ἐμὰν
αἰσχύνᾳ νεοθαλεῖ,
ἀσπίδος ἔρυμα καὶ κλισίας
ὁπλοφόρους Δαναῶν θέλουσʼ
ἵππων τʼ ὄχλον ἰδέσθαι.
κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω,
τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν
Σαλαμῖνος στέφανον· Πρω-
τεσίλαόν τʼ ἐπὶ θάκοις
πεσσῶν ἡδομένους μορ-
φαῖσι πολυπλόκοις
Παλαμήδεά θʼ, ὃν τέκε παῖς ὁ Ποσει-
δᾶνος, Διομήδεά θʼ ἡδο-
ναῖς δίσκου κεχαρημένον,
παρὰ δὲ Μηριόνην, Ἄρεος
ὄζον, θαῦμα βροτοῖσιν,
τὸν ἀπὸ νησαίων τʼ ὀρέων
Λαέρτα τόκον, ἅμα δὲ Νι-
ρέα, κάλλιστον Ἀχαιῶν.