Ancient Greek · ~2 min
Choral 2
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 2.1
Not analysed yet
—ἔμολον ἀμφὶ παρακτίαν
ψάμαθον Αὐλίδος ἐναλίας,
Εὐρίπου διὰ χευμάτων
κέλσασα στενοπόρθμων,
Χαλκίδα πόλιν ἐμὰν προλιποῦσʼ,
ἀγχιάλων ὑδάτων τροφὸν
τᾶς κλεινᾶς Ἀρεθούσας,
Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν
Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ-
μιθέων, οὓς ἐπὶ Τροίαν
ἐλάταις χιλιόναυσιν
τὸν ξανθὸν Μενέλαόν θʼ
ἁμέτεροι πόσεις
ἐνέπουσʼ Ἀγαμέμνονά τʼ εὐπατρίδαν
στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπʼ
Εὐρώτα δονακοτρόφου
Πάρις ὁ βουκόλος ἃν ἔλαβε
δῶρον τᾶς Ἀφροδίτας,
ὅτʼ ἐπὶ κρηναίαισι δρόσοις
Ἥρᾳ Παλλάδι τʼ ἔριν ἔριν
μορφᾶς ἁ Κύπρις ἔσχεν.