Ancient Greek · ~7 min
Episode 3, lines 3.2.491-3.2.537
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 3.2.491-537
Not analysed yet
ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρης
ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,
ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων
μέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα;
ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος,
σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,
ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.
εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,
μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.
ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;
εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα
στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ
τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.
γενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς
πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.
αἰνῶ σε, Μενέλαʼ, ὅτι παρὰ γνώμην ἐμὴν
ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τʼ ἀξίως.
ταραχὴ δʼ ἀδελφῶν διά τʼ ἔρωτα γίγνεται
πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα
τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.
ἀλλʼ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,
θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.
πῶς; τίς δʼ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;
ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.
οὔκ, ἤν νιν εἰς Ἄργος γʼ ἀποστείλῃς πάλιν.
λάθοιμι τοῦτʼ ἄν. ἀλλʼ ἐκεῖνʼ οὐ λήσομεν.
τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.
Κάλχας ἐρεῖ μαντεύματʼ Ἀργείων στρατῷ.
οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δʼ εὐμαρές.
τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.
κοὐδέν γʼ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν.
ἐκεῖνο δʼ οὐ δέδοικας ὃ ἔμʼ ἐσέρχεται;
ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμʼ ἂν λόγον;
τὸ Σισύφειον σπέρμα πάντʼ οἶδεν τάδε.
οὐκ ἔστʼ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ.
ποικίλος ἀεὶ πέφυκε τοῦ τʼ ὄχλου μέτα.
φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.
οὐκ οὖν δοκεῖς νιν στάντʼ ἐν Ἀργείοις μέσοις
λέξειν ἃ Κάλχας θέσφατʼ ἐξηγήσατο,
κἄμʼ ὡς ὑπέστην θῦμα, κᾆτʼ ἐψευδόμην,
Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,
σὲ κἄμʼ ἀποκτείναντας Ἀργείους κόρην
σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,
ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις
συναρπάσουσι καὶ κατασκάψουσι γῆν.
τοιαῦτα τἀμὰ πήματʼ· ὦ τάλας ἐγώ,
ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.