Ancient Greek · ~1 min
Episode 3, lines 3.2.538-3.2.542
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 3.2.538-542
Not analysed yet
ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν
ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε
μάθῃ, πρὶν Ἅιδῃ παῖδʼ ἐμὴν προσθῶ λαβών,
ὡς ἐπʼ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.
ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.