Ancient Greek · ~7 min
Episode 5, lines 5.2.647-5.2.687
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 5.2.647-687
Not analysed yet
ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.
μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον.
ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον.
κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν;
μακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία.
οὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ.
συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις.
ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ.
παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα.
μένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν.
θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι.
ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.
ἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει.
ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.
καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν.
ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;
οὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις.
μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.
εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί.
φεῦ·
εἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ.
ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός.
σὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι;
μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος.
οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ;
ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας.
σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.
θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε.
ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν.
εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας.
στήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;
ζηλῶ σὲ μᾶλλον ἢ ʼμὲ τοῦ μηδὲν φρονεῖν.
χώρει δὲ μελάθρων ἐντός —ὀφθῆναι κόραις
πικρόν —φίλημα δοῦσα δεξιάν τέ μοι,
μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.
ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι,
ὡς ἄχθος ὑμῖν ἐγένεθʼ ἡ Φρυγῶν πόλις
Ἑλένη τε. —παύω τοὺς λόγους· ταχεῖα γὰρ
νοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου.
ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,
Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν.