Ancient Greek · ~2 min
Choral 8
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 8.1-2
Not analysed yet
ἀνὰ δʼ ἐλάταισι στεφανώδει τε χλόᾳ
θίασος ἔμολεν ἱπποβάτας
Κενταύρων ἐπὶ δαῖτα τὰν
θεῶν κρατῆρά τε Βάκχου.
μέγα δʼ ἀνέκλαγον· Ὦ Νηρηὶ κόρα,
παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς
μάντις ὁ φοιβάδα μοῦσαν
εἰδὼς γεννάσειν
Χείρων ἐξονόμαζεν,
ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων
ἀσπισταῖς Πριάμοιο κλεινὰν
γαῖαν ἐκπυρώσων,
περὶ σώματι χρυσέων
ὅπλων Ἡφαιστοπόνων
κεκορυθμένος ἔνδυτʼ, ἐκ θεᾶς
ματρὸς δωρήματʼ ἔχων
Θέτιδος, ἅ νιν ἔτικτεν.
μακάριον τότε δαίμονες
τᾶς εὐπάτριδος γάμον
Νηρῄδων ἔθεσαν πρώτας
Πηλέως θʼ ὑμεναίους.